ΡΗΤΟΡΕΥΕΙ ΠΑΝΣΟΦΟΣ ΔΥΑΣ

Ῥητορεύει πάνσοφος δυάς, ἐνώπιον ἀνόμων, τὴν σάρκωσιν τοῦ ὀφθέντος, δι' ἡμᾶς ἐπὶ τῆς γῆς, Λόγου ὑπὲρ ἔννοιαν, καὶ βασάνων πᾶσαν πεῖραν ὑποστᾶσα, Μαρτύρων ταῖς ἀγέλαις νῦν συναριθμεῖται, εἰς πάντας τοὺς αἰῶνας.

Ἱερεῖα ὥσπερ ἱερά, ὀπτώμενοι λαμπάσι, τὸ ὄμμα πρὸς τὸν Θεόν, σῴζειν δυνάμενον ὑμᾶς, ἐτείνατε Μάρτυρες, μελῳδοῦντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δεδεμένοι Μάρτυρες σοφοί, καὶ πίσσῃ κεχρισμένοι, ἐν βόθρῳ πυρακτωθέντι, ὑπεβλήθητε ὁμοῦ, ἐνθέως κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ