ΟΡΘΡΟΣ ΦΑΕΙΝΟΣ
Ὄρθρος φαεινός, τοῖς ἐν τῷ σκότει ὤφθης, τοῦ βίου Μακάριε, φῶς ἐπιγνώσεως, πᾶσιν αὐγάζων, τοῖς πόθῳ σε ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστον εἰς τοὺς αἰῶνας.
Γέγονας εὐθύς, καὶ ταπεινὸς καὶ πρᾶος, Δαυῒδ τὸν συνώνυμον, ἐξεικονίζων πιστῶς· ὅθεν σὺν τούτῳ, τὴν γῆν τὴν τῶν πραέων, Πάτερ ἐκληρώσω, εἰς πάντας τούς αἰῶνας.
Ὁ θεοφεγγής, τῶν μοναζόντων στῦλος Δαυῒδ ὁ μακάριος, Προφήτης ἔνθεος, ἄλλος ἐδείχθη, τὰ μέλλοντα προλέγων, θείᾳ ἐπιπνοίᾳ, τοῦ Πνεύματος τοῦ θείου.
Ἱεροπρεπής, ἱερωμένος ὅλως, ἡμερῶν τοῦ πνεύματος πλήρης γενόμενος, Πάτερ ἐν γήρᾳ ὁσίως βαθυτάτῳ, ἔλιπες τὸν βίον, καὶ ζῆς εἰς τους αἰῶνας.