ΑΝΥΜΝΟΥΜΕΝ ΣΕ ΒΟΩΝΤΕΣ, ΧΑΙΡΟΙΣ ΕΝΔΟΞΕ ΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΕΣ

«Ἀνυμνοῦμέν σε βοῶντες, χαίροις ἔνδοξε Μάρτυς Χαράλαμπες· τὴν θείαν κάραν σου γάρ, ἡμῖν σὺ δεδώρησαι, ὡς κρήνην βρύουσαν, πλοῦτον ἄσυλον, τὸν τὰς ψυχάς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων».

Μεγαλύνομεν τοὺς ἄθλους σου θεσπέσιε, Μεγαλομάρτυς Χριστοῦ, καὶ τοὺς ἀγῶνας τοὺς σούς· εἰδώλων σεβάσματα γὰρ καταβέβληκας, καὶ κατήργησας, τὴν τῶν δαιμόνων ἔπαρσιν, παναοίδιμε γενναίως.

Ὡς φωστὴρ ἀειλαμπέστατος ἀνέτειλεν, ἡμῖν ἡ κάρα σου, τῆς πλάνης τῆς ζοφερᾶς, κινδύνων καὶ θλίψεων ἡμᾶς ἐξαίρουσα, νοσημάτων τε, τῶν ὀλεθρίων ῥύεται, καὶ δωρεῖται τὴν ὑγείαν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ