ΟΙ ΠΑΙΔΕΣ ΕΝ ΒΑΒΥΛΩΝΙ
«Οἱ Παῖδες ἐν Βαβυλώνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν».
Προσομιλῶν ταῖς βασάνοις καὶ τῷ πυρὶ λιπαινόμενος, Ἀθλοφόρε Χριστοῦ, ὡς χρυσίου, ὀβρυζότερος γέγονας, καὶ ἱερὸν ἀνάθημα, ἀληθῶς ἐχρημάτισας.
Τῶν προσευχῶν τῇ δρόσῳ, παρανομούντων ἡ κάμινος, κατεσβέσθη Σοφέ, καὶ ἐρύσθης μελῳδῶν τῷ ποιήσαντι· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Τῇ παρατάσει τῶν ἄθλων, δένδρον ἐφάνης ὑψίκομον, συσκιάζων πιστούς, ἐκ φλογώδους ἁμαρτίας κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.