Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 17 Μαΐου 2014

Ο ΧΑΜΕΥΝΙΑΙΣ ΚΑΙ ΔΕΗΣΕΣΙ ΠΥΚΝΑΙΣ

Ὁ χαμευνίαις καὶ δεήσεσι πυκναῖς, καὶ τῇ ἐγκρατείᾳ τὸν ῥοῦν τῶν παθῶν χειρωσάμενος, πνευματικὴν εὐωχίαν ἐν τῇ μνήμῃ αὐτοῦ σήμερον παρατίθεται, καὶ βοᾶν ἐπείγει· Εὐλογητὸς ὁ Θεὸς Ἀθανασίου.

Νικήσας νίκην κατὰ τοῦ ἐχθροῦ, ἥνπερ κατενίκησαν Προφῆται καὶ Μάρτυρες, καὶ ὁ κλεινὸς τῶν Ἀποστόλων θίασος, Ἀγγέλους καὶ ἀνθρώπους ἐξέπληξας. Ἡμᾶς οὖν σῷζε ἀεὶ τοῦ λαοφθόρου λοιμοῦ.

Ἱερατεύσας νεύσει θεϊκῇ, τοῦ Εὐαγγελίου διαπρύσιος κήρυξ Σὺ γέγονας, καὶ τοῦ Χριστοῦ τοῖς ἴχνεσιν ἑπόμενος, ὑπογραμμὸς ἀρετῆς ἀναδέδειξαι, καὶ εὐλογεῖς τὸν Θεὸν ἐν οὐρανοῖς κατοικῶν.

Ἐπὶ τὴν θείαν ἤρθης σκοπιάν, ἀρχιερωσύνης καθαρότητι νοῦ Ἀθανάσιε, καὶ τὸν σταυρόν σου ἐπ' ὤμων ἀράμενος, τῷ κόσμῳ ἐνεκρώθης Ἰσάγγελε, καὶ ἀπεδείχθης τρανῶς τῶν πενομένων τροφεύς.