ΕΔΥΣ ΜΕΝ ΟΙΑ ΠΕΡ ΑΣΤΗΡ
Ἔδυς μὲν οἷά περ ἀστήρ, ἀπὸ κόσμου, πρὸς Χριστὸν δὲ ἀνέτειλας, τὸν νοητὸν ἀληθῶς, δικαιοσύνης παμμάκαρ Ἥλιον, καὶ ὡς ἀκτῖνα τοῖς πιστοῖς, τὰς σὰς καταλέλοιπας, φωτοειδεῖς ἀρετάς, ἐλαυνούσας τῶν ψυχῶν ἀμαυρότητα.
Τίμιος ἔναντι Θεοῦ, σοῦ ὁ θάνατος Ἰσαάκιε γέγονε· καὶ γὰρ ὁσίως ἐν γῇ, ἐπολιτεύσω τούτου προστάγματα, καὶ δικαιώματα σοφέ, τηρήσας ἀλώβητα· ὅθεν ἀνέτειλεν, ὡς δικαίῳ σοι τὸ φῶς τὸ ἀνέσπερον.