ΕΚ ΘΕΪΚΗΣ, ΔΕΔΕΓΜΕΝΟΣ ΧΑΡΙΤΟΣ

Ἐκ θεϊκῆς, δεδεγμένος χάριτος, τὴν τῶν θαυμάτων δωρεάν, τοῖς αἰτοῦσί σε δωρεάν, Πάτερ τὰ ἰάματα, ἅπασι διένειμας, ὡς ὁ Δεσπότης προσέταξεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Πίπτει ποδῶν, σοῦ προκυλινδούμενος, ὁ Ἀσσυρίων βασιλεύς· εὐλαβεῖσθε γὰρ ἀρετήν, οἶδε καὶ πολέμιος· ἅπας ὑποπίπτει δέ, οἷς ἐνοικῶν Χριστὸς ἀναπαύεται, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Λόγος σιγᾷ, τῶν κατορθωμάτων σου, καὶ τῶν θαυμάτων τὴν πληθύν, τὸ κατ' ἔπος οὐ δυνηθείς, φράσαι Παμμακάριστε· ψάμμον ὑπερέβη γάρ, ὧν ὁ Χριστὸς σοι δεδώρηται, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ