ΠΡΟΘΥΜΩΣ ΕΚΒΕΒΗΚΑΣ

Προθύμως ἐκβέβηκας, δεσμοῦ τῆς ὕλης ὦ Παμμακάριστε, ὡς Θεοῦ παραστάτης, καὶ θεοπνεύστου γεγονὼς ἄγγελος, θεολογίας βοᾶν ἐξεπαίδευσας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς χόρτον λελόγισαι, χρυσὸν καὶ πλοῦτον ὦ Παμμακάριστε, καὶ ὁ χόρτος χρυσὸς σοι, δι' ἐνεργείας θείας γεγένηται, θεολογοῦντι τὸν Κτίστην, καὶ ψάλλοντι· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τὸ Πνεῦμα τὸ Ἅγιον, Πατρὸς ἀνάρχου ἐκπορευόμενον, καὶ ἐκ σοῦ ἀμερίστως, λαμβάνον Λόγε Μονογενὲς τοῦ Θεοῦ, τοῖς Ἀποστόλοις κραυγάζειν ἀνήγγειλεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ