ΙΕΡΕΥΣ ΙΕΡΩΤΑΤΟΣ, ΑΘΛΗΤΗΣ ΕΝΝΟΜΩΤΑΤΟΣ

Ἱερεὺς ἱερώτατος, ἀθλητὴς ἐννομώτατος, συγγενὴς τοῦ κτίσαντος, ἀληθέστατος, θαυματουργὸς ὑπερθαύμαστος, φωστὴρ διαυγέστατος, πλανωμένων ὁδηγός, Συμεὼν ἀναδέδειξαι, στῦλος ἄσειστος, τῆς σεπτῆς Ἐκκλησίας καὶ τῆς ἄνω, βασιλείας κληρονόμος, καὶ τῶν Ἀγγέλων ἰσότιμος.

Μετὰ πόνους τοῦ σώματος, πολυτρόπους θαυμάσιε, μετὰ πᾶσαν βάσανον, πολυώδυνον, μετὰ μυρία παλαίσματα, Σταυρῷ προσωμίλησας, ἐκμιμούμενος Χριστόν, σταυρωθέντα θελήματι· ὅθεν σήμερον, Συμεών σου τὴν μνήμην τὴν φωσφόρον, ἐκτελοῦντες τὰς αἰσθήσεις, τὰς ψυχικὰς φωτιζόμεθα.

Εἰς ναὸν ἐπουράνιον, ἱερῶς προσεχώρησας, ἱερῷ σταζόμενος, μάκαρ αἵματι, καὶ τῇ Τριάδι παρίστασαι, πλουσίως λαμπόμενος, ταῖς ἐκεῖθεν ἀστραπταῖς, πηγαζούσαις πανόλβιε· ὅθεν χαίροντες, τὴν ἁγίαν σου μνήμην ἐκτελοῦμεν, Συμεὼν ταῖς σαῖς πρεσβείαις, λύσιν πταισμάτων λαμβάνοντες.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ