Δευτέρα 30 Απριλίου 2012

ΑΒΡΑΜΙΑΙΑΝ ΠΡΟΘΕΣΙΝ

Ἀβραμιαίαν πρόθεσιν, σὺ θεόπτα κτησάμενος, τῷ προσκαλουμένῳ, σὲ Χριστῷ ἑπόμενος, ἐγένου θεόσοφος, καὶ λειτουργὸς ὑπῆρξας αὐτῷ, ὡς Δημιουργῶ, καὶ Λυτρωτῇ ἀνακράζων· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Γεγωνοτέρα δέδεικται, τῆς βροντῆς σου ἡ πρόοδος, τῆς τῶν νομικῶν, τυπωτικῆς ἠχήσεως· Χριστὸν γὰρ ἑβρόντησας, τῇ οἰκουμένῃ πάσῃ Θεόν, ὡς Δημιουργὸν καὶ Λυτρωτήν ἀναμέλπων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἐθαυμαστώθης ἔνδοξε, μαρτυρίας φαιδρότητι, καὶ θεοσεβείας ἀληθοῦς λαμπρότητι, καὶ ἄρχων Ἀπόστολε, κατασταθεὶς ἀπάσης τῆς γῆς, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πᾶσαν εἰς γῆν διέδραμεν, ὁ σὸς λόγος Ἰάκωβε, πλήξας ὡς βροντή, τὴν τῶν ἀπίστων ἔννοιαν, φωτίσας δὲ ἅπαντας, θείῳ φωτὶ τῆς πίστεως, ὥσπερ ἀστραπή, τοὺς εὐπειθῶς ἐκβοῶντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.