ΜΑΡΤΥΡΕΣ ΧΡΙΣΤΟΥ ΠΑΝΕΥΦΗΜΟΙ

Μάρτυρες Χριστοῦ πανεύφημοι, κατακρατούσης ποτέ, τῆς Ἑλλήνων σκαιότητος, καὶ ὠθούσης ἅπαντας, πρὸς ἀθέμιτα βάραθρα, ὁδὸν εὐθεῖαν, οὐ κατελίπετε, καὶ ἀθεΐᾳ, οὐ προσετέθητε, ἀλλ' ἐνηθλήσατε, γνώμης ἀνδρειότητι, καὶ τὴν ζωήν, ξίφει θανατούμενοι, κατεκληρώσασθε.

Θέογνιν Ῥοῦφον Ἀντίπατρον, θεόστιχον Ἀρτεμᾶν, Μάγνον τε καὶ Θεόδοτον, τὸν κλεινὸν θαυμάσιον, καὶ τὸν θεῖον Φιλήμονα, τοὺς ἐν ἀθλήσει, φαιδρῶς ἐκλάμψαντας, καὶ τοὺς ἐν σκότει, φωταγωγήσαντας, πίστει τιμήσωμεν, ὕμνοις μακαρίσωμεν, τὴν ἱεράν, τούτων ἑορτάζοντες, μνήμην γηθόμενοι.

Ἄνθη Μαρτύρων τερπνότατα, παρεμβολὴ ἱερά, θεοσύλλεκτον ἄθροισμα, ἐκκλησία ἄριστος, συνοδία θεόλεκτος, χορὸς Ἁγίων, δῆμος μακάριος, ὑπὲρ Τριάδος, ἀγωνισάμενοι, ταύτην αἰτήσασθε, δοῦναι ἡμῖν ἄφεσιν, ἁμαρτιῶν, καὶ εἰρήνην ἅπασι, καὶ μέγα ἔλεος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ