Ἁγίως σου τὸν δρόμον διηνυκώς, ἐν Ἁγίων σκηνώμασιν ἔνδοξε, νῦν γεγηθώς, αἴγλην κατοπτεύεις τὴν τριφεγγῆ, ἧς ἀπολαύων πάνσοφε, πλήρεις εὐφροσύνης τοὺς ὑμνητάς, τοὺς σοὺς καὶ χαρμοσύνης, ἀνάδειξον παμμάκαρ ταῖς ἱκεσίαις σου Ἰάκωβε.
Ἰδεῖν σε οἱ κακοῦργοι καὶ φονευταί, ὡς τὸν σὸν πρὶν Δεσπότην μὴ φέροντες· τὰς γὰρ αὐτῶν, πράξεις ἐκφαυλίζων σῆς ἀγωγῆς, τῇ παραθέσει ἤλεγξας, κτείνουσι μαχαίρᾳ τὸν μιμητήν, Χριστοῦ τοῦ σταυρωθέντος, σαρκὶ ὑπὲρ ἀνθρώπων, ὦ θεορρῆμον παμμακάριστε.
Ῥομφαίᾳ οὐρανίῳ τιμωρηθείς, ταῖς πληγαῖς ὁ Ἡρῴδης ἀπώλετο, ὅτι τοὺς σούς, Λόγε διακόνους καὶ μαθητάς, οὓς Ἀποστόλους ἔφησας, κτείνων οὐκ ἐνάρκησεν ὁ δεινός· διό σου τὴν δικαίαν, πρόνοιαν εὐεργέτα, καταπλαγέντες μεγαλύνομεν.
Τιμῶντές σου τὴν μνήμην χαρμονικῶς, εὐφημοῦμέν σε μάκαρ, Ἰάκωβε, μύστα Χριστοῦ, ᾄδοντες δὲ ζῆλόν σου τὸν θερμόν, καὶ τὴν μακρὰν περίοδον, καὶ τοὺς σούς ἀγῶνας καὶ τὴν σφαγήν, βροντῆς υἱὸν καὶ φῶς σε, κριτὴν καὶ μυστολέκτην, πιστῶς σε πάντες ὀνομάζομεν.