ΝΕΟΙ ΕΞ ΤΡΙΣΙ ΠΡΟΣ ΑΛΛΟΙΣ
Νέοι ἓξ τρισὶ πρὸς ἄλλοις, μίαν γνώμην ἐν πολλοῖς, κτησάμενοι σώμασι, κάμινον κατέσβεσαν πλάνης, δρόσῳ θείου Πνεύματος, εὐσεβῶς δροσιζόμενοι.
Στάζουσιν ὑμῶν οἱ πόνοι, Μάρτυρες θείους κρουνούς, ἰάσεων πάντοτε, νόσων ποταμοὺς ἐκμειοῦντες, καὶ ῥύπον πάντα πλύνοντες, τῶν παθῶν ἀξιάγαστοι.
Ἔχαιρον οἱ Ἀθλοφόροι, ἐν τῷ θλίβεσθαι αὐτούς, χαρὰν ἀνεκλάλητον, ἔψαλλον τεμνόμενοι ξίφει· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Βάρη τὰ τῶν νοσημάτων, πάθη τὰ τῶν καρδιῶν, ὀδύνας τοῦ σώματος, πᾶσάν τε συμβαίνουσαν θλῖψιν, ἡμῶν κουφίσαι ἔνδοξοι, Ἀθληταῖς δυσωπήθητε.