Ξυλίνους λιθίνους τε, θεοὺς ἀθέων καταστρεψάμενοι, στήλας θεογνωσίας, Λαῦρος καὶ Φλῶρος οἱ μεγαλώνυμοι, τοῖς μελῳδοῦσιν ἑαυτοὺς ἀνέστησαν· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
Ὑπάρχοντες ἔμπλεοι, πυρὸς τοῦ θείου μάρτυρες Πνεύματος, τοὺς καμίνῳ βληθῆναι, ὁσίους ἄνδρας, κατακριθέντας δεινῶς, ταῖς ἐπομβρίαις τῶν θείων εὐχῶν ὑμῶν, διετηρήσατε ἀσινεῖς ἔνδοξοι μάρτυρες.
Νοσοῦσι τὴν ἴασιν, ἀδικουμένοις τὴν ἀπολύτρωσιν, κινδυνεύουσι πᾶσι, τὴν σωτηρίαν ἀεὶ παρέχουσι, Φλῶρος καὶ Λαῦρος βοῶντες οἱ μάρτυρες· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.