Μερισμὸν οὐχ ὑπέστη, θεία ξυνωρὶς τῶν μαρτύρων αὐτάδελφος· τῇ γὰρ ἀμερίστῳ, καὶ Ἁγίᾳ Τριάδι πιστεύσασα, ἐν μιᾷ ἐλπίδι, τοὺς μερισμῷ πλάνης ἀτόπου, συσχεθέντας συνῆψεν ἐν χάριτι.
Ἀληθείας σπαρτίῳ, τῷ λαξευτηρίῳ τε τῆς θείας γνώσεως, τὰς λιθώδεις φρένας, εὐσεβῶς ἀθλοφόροι λαξεύοντες, ναοὺς τῆς Τριάδος, πανευσεβῶς ἐνθέῳ σθένει, ἀπειργάσασθε λάμψει τοῦ Πνεύματος.
Ῥιζοτόμοι κακίας, πάσης ἀνεδείχθητε μάρτυρες ἔνδοξοι, φυτουργοὶ δὲ πάσης, εὐσεβείας καὶ λόγοις καὶ πράγμασι, τὸν ἐκφύντα κλάδον, τοῦ Ἱεσσαὶ ἐκ ῥίζης θείας, ἐν ἀβάτοις καρδίαις φυτεύσαντες.