Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας.
ΣτίχοιΚαὶ προφθάσασα τὴν τομὴν Εὐλαμπία.
Εὐλαμπίῳ τμηθέντι κοινωνεῖ στέφους.
Τμήθησαν δεκάτῃ Εὐλάμπιος ἠδὲ ἀδελφή.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων διακοσίων Μαρτύρων, τῶν συναναιρεθέντων τῷ Ἁγίω Εὐλαμπίῳ.
Στίχοι
Ἀνδρῶν τετραπλῆν οἶδα πεντηκοντάδα,
Ξίφει τελειωθεῖσαν, ὦ θείου τέλους!
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιανοῦ.
Στίχοι
Ὁ Βασιανός, τὸν κάτω λιπὼν βίον,
Χαίρων πρὸς αὐτήν τὴν ἄνω χωρεῖ βάσιν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφίλου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Τὴν κλῆσιν ἔργοις Θεόφιλος δεικνύων,
Θεανδρικῆς ἤθλησεν εἰκόνος χάριν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.