Ἰδὼν τελοῦντά σε, ὁ Σίμων θαύματα, καὶ σημεῖα μεγάλα ὑποκριθείς, Φίλιππε βαπτίζεται, μὴ τὴν κακίαν δὲ φυγών, ἀπωλείᾳ παραδίδοται.
Πολλὰς δυνάμεις σε, τελοῦντα βλέποντες, οἱ τὴν πόλιν οἰκοῦντες κήρυξ Χριστοῦ, Σαμαρείας Φίλιππε, τῆς ἐπιγνώσεως τὸ φῶς, γεγηθότες ὑποδέχονται.
Πορεύου ἔφη σοι, Κυρίου Ἄγγελος, τὰς πορείας εὐθύνων τοῦ ἱεροῦ, Φίλιππε Αἰθίοπος, τοῦ ἐπιγνῶναι τὴν ὁδόν, τῆς τοῦ Λόγου σωματώσεως.
Ὁ ἱερώτατος, Αἰθίοψ βλέψας σε, συνετίζοντα τοῦτον, σοῦ τῇ χειρί, Φίλιππε βαπτίζεται, καὶ πλήρης Πνεύματος ὀφθείς, κήρυξ θεῖος ἐχρημάτισεν.