Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 10 Οκτωβρίου 2021

Ἰδεῖν τὴν δόξαν τοῦ Παντοκράτορος, ἐπιποθῶν καὶ κάλλος δὲ αὐτοῦ τὸ ἀμήχανον, ἀδοξίαν τοῦ βίου παρέδραμες, ἄτιμον ὑπομείνας, θάνατον ἔνδοξε, δόξαν προξενοῦντά σοι ἀεί, Μάρτυς Εὐλάμπιε. Ὡς φῶς ὡς λύχνος ἀειλαμπέστατος, τοῖς ἐν νυκτὶ τοῦ βίου καθωράθης Εὐλάμπιε, ἀγνωσίας τὸ σκότος ἐδίωξας, ἔλυσας παθημάτων τὴν ἀμαυρότητα, φέγγει ἰαμάτων, Ἀθλητὰ Θεομακάριστε. Στολαῖς βαφείσαις ὑμῶν ἐξ αἵματος, μαρτυρικοῦ ὡραίους ἑαυτοὺς περιστείλαντες, στεφηφόροι Κυρίῳ παρίστασθε, μέλποντες σὺν Ἀγγέλοις, Ἅγιος, Ἅγιος, Ἅγιος Τριάς, ἡ παντουργὸς καὶ παντοδύναμος. Ἡμῶν τῶν πίστει τὴν ἀεισέβαστον, καὶ ἱερὰν καὶ πλήρη φωτισμοῦ καὶ λαμπρότητος, ἀθλοφόροι Μάρτυρες, τελούντων ὑμῶν, Μνήμην καὶ προσκυνούντων, πίστει τὰ λείψανα, μέμνησθε παντοίων πειρασμῶν, πάντας λυτρούμενοι.

 Ἰδεῖν τὴν δόξαν τοῦ Παντοκράτορος, ἐπιποθῶν καὶ κάλλος δὲ αὐτοῦ τὸ ἀμήχανον, ἀδοξίαν τοῦ βίου παρέδραμες, ἄτιμον ὑπομείνας, θάνατον ἔνδοξε, δόξαν προξενοῦντά σοι ἀεί, Μάρτυς Εὐλάμπιε.


Ὡς φῶς ὡς λύχνος ἀειλαμπέστατος, τοῖς ἐν νυκτὶ τοῦ βίου καθωράθης Εὐλάμπιε, ἀγνωσίας τὸ σκότος ἐδίωξας, ἔλυσας παθημάτων τὴν ἀμαυρότητα, φέγγει ἰαμάτων, Ἀθλητὰ Θεομακάριστε.

Στολαῖς βαφείσαις ὑμῶν ἐξ αἵματος, μαρτυρικοῦ ὡραίους ἑαυτοὺς περιστείλαντες, στεφηφόροι Κυρίῳ παρίστασθε, μέλποντες σὺν Ἀγγέλοις, Ἅγιος, Ἅγιος, Ἅγιος Τριάς, ἡ παντουργὸς καὶ παντοδύναμος.

Ἡμῶν τῶν πίστει τὴν ἀεισέβαστον, καὶ ἱερὰν καὶ πλήρη φωτισμοῦ καὶ λαμπρότητος, ἀθλοφόροι Μάρτυρες, τελούντων ὑμῶν, Μνήμην καὶ προσκυνούντων, πίστει τὰ λείψανα, μέμνησθε παντοίων πειρασμῶν, πάντας λυτρούμενοι.