Τῇ φιλαδελφίᾳ ἡ ὁμωνυμία συγκραθεῖσα, καὶ ἡ ἁγνεία τῇ ἀπαθείᾳ συμμιχθεῖσα, ἀβλαβῶς διεφύλαξε τῆς γνώμης τὸ εὔτονον· ὅπου γὰρ Θεὸς ὁ ποθούμενος, κόσμος ὅλος καταπεφρόνηται. Ὢ τοῦ θαύματος! ὁ ὄφις νενέκρωται, καὶ ὁ εἰς ὕψος ἀδικίαν λαλήσας, ὑποχθόνιος αὐταδέλφοις Μάρτυσι καταπέπτωκεν, Εὐλαμπίῳ τῷ σοφῷ καὶ Εὐλαμπία. Τούτοις εὐστοχωτάτοις ᾄσμασι βοήσωμεν, οἱ καλῶς ἐν Χριστῷ τὸν δρόμον τελέσαντες, αἰτήσασθε τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.