Παρασκευή 1 Οκτωβρίου 2021

Σαλπιζέτω ἐμφρόνως, ἡ θεόλεκτος ποίμνη, εὐήχῳ σάλπιγγι, τοὺς ἄθλους τοῦ Ποιμένος, Ἀνανίου βοῶσα, τῷ αὐτῆς ποιμενάρχῃ Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Δοξαζέτω Θεοῦ σε, μαθητὴν Ἀνανία, καὶ ἱεράρχην σεπτόν, καὶ Μάρτυρα τῶν θείων, παθημάτων φωνοῦσα, ἡ σεπτὴ Ἐκκλησία Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Οὐ θανάτου τῷ δέει, ἀλλὰ πόθῳ τῆς ποίμνης ἀποκρυπτόμενος, τὸν λύκον ὥσπερ ἄρνα, ὁρῶν τιθασευθέντα, Ἀνανίας ἐκραύγαζεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 Σαλπιζέτω ἐμφρόνως, ἡ θεόλεκτος ποίμνη, εὐήχῳ σάλπιγγι, τοὺς ἄθλους τοῦ Ποιμένος, Ἀνανίου βοῶσα, τῷ αὐτῆς ποιμενάρχῃ Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δοξαζέτω Θεοῦ σε, μαθητὴν Ἀνανία, καὶ ἱεράρχην σεπτόν, καὶ Μάρτυρα τῶν θείων, παθημάτων φωνοῦσα, ἡ σεπτὴ Ἐκκλησία Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐ θανάτου τῷ δέει, ἀλλὰ πόθῳ τῆς ποίμνης ἀποκρυπτόμενος, τὸν λύκον ὥσπερ ἄρνα, ὁρῶν τιθασευθέντα, Ἀνανίας ἐκραύγαζεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.