Κύριε τὶ ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ' ἐμὲ
· Πολλοὶ λέγουσιν τὴ ψυχή μου οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ διάψαλμα
· Σὺ δὲ κύριε ἀντιλήμπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου
· Φωνή μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου ἐξ ὅρους ἁγίου αὐτοῦ διάψαλμα
· Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου
· Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοὶ
· Ἀνάστα κύριε σώσόν με ὁ Θεός μου ὅτι σὺ ἐπαταξας πάντας τοὺς ἐχθραίνοντάς μοὶ ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας
· Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου