ΟΙ ΝΟΕΡΟΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΦΩΣΤΗΡΕΣ....
Οἱ νοεροὶ τῆς Ἐκκλησίας φωστῆρες, καὶ Τριάδος ὑπέρμαχοι, Μαρκιανὸς καὶ Μαρτύριος, τῷ θυρεῷ τῆς πίστεως τὰς αἱρέσεις τρεψάμενοι, ὀρθοδοξίας φωτὶ τὸν κόσμον κατεφαίδρυναν· Παύλῳ δὲ πειθαρχοῦντες ἰσαποστόλῳ· ποιμένι καὶ διδασκάλῳ τῶν ἀληθῶν δογμάτων, Ἀρείου καὶ Νεστορίου καθεῖλον τὴν διαίρεσιν, Σαβελλίου καὶ Σεβήρου τὴν σύγχυσιν ἐκτρεπόμενοι, καὶ τριαδικῶς θεολογοῦντες μονάδα, καὶ τὸν ἐκ Παρθένου σαρκωθέντα Θεόν, ἐν δυσὶ ταῖς οὐσίαις ἕνα Υἱόν, εὐσεβῶς πᾶσιν ἀνυμνεῖν οἱ πανεύφημοι ἐκήρυξαν· Διὸ στεφάνους τῆς νίκης οὐρανόθεν κομισάμενοι οἱ θεσπέσιοι, αἰτοῦνται ἡμῖν τὸ μέγα ἔλεος.