ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΕΛΛΗΝΩΝ ΑΠΑΝ ΤΟ ΣΥΣΤΗΜΑ...ΑΝΑΜΕΛΠΕΙ ΤΗ ΠΡΟΝΟΙΑ ΣΟΥ.....

Τῶν ὀρθοδόξων Ἑλλήνων ἅπαν τὸ σύστηµα, τὴν παναγίαν Σκέπην, τῆς ἁγνῆς Θεοτόκου, ὑµνήσωµεν προθύµως καὶ ἐν χαρᾷ, πρὸς αὐτὴν ἐκβοήσωµεν· χαῖρε Παρθένε βοήθεια ἀσφαλής, καὶ θερµὴ ἡµῶν ἀντίληψις.

Ὥσπερ ἐρρύσω Παρθένε τὴν Βυζαντίδα ποτέ, τῇ σῇ ἁγίᾳ Σκέπῃ, πολυτρόπων κινδύνων· οὕτω καὶ νῦν τὸν νέον Κόρη λαόν, τοῦ σοῦ Ἔθνους ἀπήλλαξας, ἐπιδρομῆς Θεοτόκε ἀλλοεθνοῦς, τῇ ἐκφάνσει τῆς εὐνοίας σου.

Ὑπὲρ ἡλίου ἀκτῖνας τῆς θείας Σκέπης σου, αἱ δωρεαὶ πλουσίως, ἀπαστράπτouσι πᾶσι, καὶ λύουσι τὴν νύκτα τῶν πειρασμῶν, καὶ εἰρήνην καὶ λύτρωσιν, καὶ σωτηρίαν βραβεύουσιν ἀληθῆ, Θεοτόκε τοῖς ὑμνοῦσι σε.

Τῇ ἀρωγῇ τῆς σῆς Σκέπης πιστῶς θαρρήσαντες, κατὰ τῶν πολεμίων, νίκης τρόπαιον ἦραν, Παρθένε Θεοτόκε ὁ σὸς λαός, ἀληθῶς ὁ ἀπόλεκτος· ὅθεν ᾠδὴν χαριστήριον ἐν χαρᾷ, ἀναμέλπει τῇ προνοίᾳ σου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ