ΥΨΟΘΕΝ ΕΦΑΝΗΣ, ΑΘΛΟΙΣ ΣΕΠΤΟΙΣ ΩΡΑΙΟΤΑΤΟΣ...

Ὑψόθεν ἐφάνης, ἄθλοις σεπτοῖς ὡραιότατος, καὶ ἐδέξω στεφάνους τῆς νίκης σοφέ, καὶ αἰωνίου ἔτυχες ἀγαλλιάσεως· διὸ σὲ εὐφημοῦμεν, Μάρτυς ἱεράρχα Ζηνόβιε.

Τὸν ξύλῳ ταθέντα, ἐθελουσίως μιμούμενος, ἀνηρτήθης ἐξέσθης Ζηνόβιε, καὶ τῆς φθορᾶς Μακάριε καὶ τῆς νεκρώσεως, ἀπεδύθης τὸ πάχος, ἄφθαρτον στολὴν ἐνδυσάμενος.

Εὐχῇ σου ἑδραίᾳ, τὰ τῶν δαιμόνων ἱδρύματα, κατεβλήθη ναοὶ δὲ ἐρράγησαν, ἀρραγεστάτῃ πίστει σου ἀφανιζόμενοι, ὦ Ζηνόβιε Μάκαρ, Ἱερομαρτύρων τὸ καυχημα.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ