H ΔΕΗΣΙΣ ΤΗΣ ΕΝΘΕΟΥ ΨΥΧΗΣ ΣΟΥ, ΠΡΟΣΕΔΕΧΘΗ ΩΣ ΘΥΜΙΑΜΑ ΠΑΤΕΡ....

Ἡ δέησις τῆς ἐνθέου ψυχῆς σου, προσεδέχθη ὡς θυμίαμα Πάτερ· εἰς γὰρ ὀσμήν, εὐωδίας παμμάκαρ, τῶν παθημάτων Ζηνόβιε ἔσπευσας, τοῦ λάμψαντος ἐκ γυναικός, καὶ τὴν σύμπασαν κτίσιν φωτίσαντος.

Τῷ αἵματι τῆς ἀθλήσεως Μάρτυς, καθηγίασας τὴν γῆν, τὸ δὲ πνεῦμα, ἐν οὐρανοῖς ἀνελθὸν πρωτοτόκων, τὴν Ἐκκλησίαν ἐνθέως ἐφαίδρυνε, Ζηνόβιε Ἱεραρχῶν, καὶ Μαρτύρων περίβλεπτον καύχημα.

Ἐστένωσας τὴν ἀσέβειαν Μάκαρ, πλατυσμῷ τῆς ἀληθοῦς εὐσεβείας, καὶ τὰς ὁδούς, τὰς εἰς ταύτην φερούσας, τοῖς πλανωμένοις λαοῖς καθυπέδειξας, καὶ ἔσωσας τούς χαλεπῶς, θαλαττεύοντας πλάνης τοῖς ὕδασιν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ