Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 26 Οκτωβρίου 2009

ΛΟΥΤΡΟΝ ΤΟΥ ΘΕΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ....

Λουτρὸν τοῦ θείου Βαπτίσματος, λουσάμενος ἐχρίσθης Ἀοίδιμε, μύρῳ τοῦ Πνεύματος· ὃ τηρηθὲν σοι ἀμόλυντον, τῆς σῆς πλευρᾶς τὸ αἷμα, μύρον εἰργάσατο.

Ἀνάστα δεῦρο πλησίον μου, ψυχὴ τοῦ Δημητρίου προσφθέγγεται, νυμφίος Κύριος· οἶκον τοῦ νάρδου εἰσέλθωμεν, καὶ τῆς ὀσμῆς τοῦ μύρου μου μεταλάβωμεν.

Καινὰ Δημήτριε κράζει σοι, νυμφίος ὁ Χριστὸς τὰ τελούμενα, ὁ χειμὼν λέλυται, δεῦρο, τὸ ῥόδον ἐξήνθησεν· εἰς τὴν ὀσμὴν ὡς φίλος, δράμε τῶν μύρων μου.

Ἐγὼ φησὶν ὁ ἐρώμενος, ἐγὼ Νυμφίε σπεύδω ὀπίσω σου· ὀσμὴ γὰρ μύρων σου, πάντων τῶν μύρων ὑπέρκειται, ἥτις ἡμῶν τὸ αἷμα μύρον εἰργάσατο.