Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 28 Οκτωβρίου 2009

ΣΚΕΠΗ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΘΕΡΜΗ ΑΝΤΙΛΗΨΙΣ, ΠΑΡΘΕΝΟΜΗΤΟΡ ΑΓΝΗ, Η ΤΟΝ ΘΕΟΝ ΛΟΓΟΝ...

Σκέπη τοῦ κόσμου καὶ θερμὴ ἀντίληψις, Παρθενομῆτορ Ἁγνή, ἡ τὸν Θεὸν Λόγον, ἀπορρήτως τέξασα, τῇ σῇ πλουσίᾳ χάριτι, τράνωσόν μου τὴν γλῶσσαν, ᾀσματικῶς μεγαλύνοντος, τὴν πανυπερθαύμαστoν Σκέπην σου.

Κεκοσμημένη κροσσωτοῖς τοῦ Πνεύματος, ὡς βασιλὶς τοῦ παντός, καὶ ὑπὲρ ἡλίου, τάς αὐγὰς ἀστράπτουσα, ὡράθης καὶ ἐφήπλωσας, νοερῶς τὴν σὴν Σκέπην, καὶ τὸν λαόν σου ἐσκέπασας, τὸν εἰς σὲ Παρθένε ἐλπίζοντα.

Ἐτύπου πάλαι τὴν ἁγίαν Σκέπην σου, νεφέλη ἡ νομική, ἡ τοῦ μαρτυρίου, τὴν σκηνὴν καλύπτουσα‧ καλύπτεις γὰρ ἑκάστοτε, καὶ δροσίζεις καὶ θάλπεις, τὴν Ἐκκλησίαν Πανάμωμε, τῇ ἐπισκιάσει τῆς Σκέπης σου.

Πλήρης φωτὸς πλήρης ἐλέους Δέσποινα, ἐν Βλαχερνὼν τῷ ναῷ, μυστικῶς ἐπέστης, καὶ λαμπρῶς ὑπέδειξας, τῆς πρὸς ἡμᾶς εὐνοίας σου, τὴν ἐξαίρετον χάριν, τῇ ἀναπτύξει τῆς Σκέπης σου‧ ὅθεν κατὰ χρέος ὑμνοῦμεν σε.