ΜΕΓΑΛΥΝΟΝ ΨΥΧΗ ΜΟΥ, ΤΗΣ ΑΓΝΗΣ ΠΑΡΘΕΝΟΥ .....

Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν παναγίαν Σκέπην.
Μητρῴᾳ καμπτομένη Κόρη στοργῇ, πρὸς λαὸν τὸν θερμῶς σοι ἐλπίζοντα, ὡς σuμπαθής, ξένῳ τρόπῳ ἥπλωσας νοερῶς, τούτῳ τὴν θείαν Σκέπην σου, οἷά περ νεφέλην φωτοειδῆ‧ διὸ τῆς σῆς εὐνοίας, κηρύττοντες τὸν πλοῦτον, σὲ Θεοτόκε μεγαλύνομεν.
Μεγάλυνον ψυχή μου, τῆς μόνης Θεοτόκου, τὴν φωτοφόρον Σκέπην.
Ὁ πάλαι ἐν νεφέλῃ στυλοειδεῖ, ὁδηγήσας λαὸν τὸν ἀγνώμονα, ὁ σὸς Υἱός, Ἄχραντε νεφέλην σε λογικήν, καὶ ἔμψυχον ἀνέδειξε, σκέπουσαν καὶ σῴζουσαν θαυμαστῶς, πρὸς γῆν τῆς ἀφθαρσίας, θερμῇ ἐπιστασίᾳ, λαὸν Ἁγνὴ τὸν περιούσιον.
Δόξα.
Μεγάλυνον ψυχή μου, τὴν ἐν τρισὶ προσώποις, ἄναρχον Θεαρχίαν.
Ὑψώσασα τάς χεῖράς σου πρὸς Θεόν, τὸν ἐκ σοῦ προελθόντα ἱκέτευσας, ὑπὲρ ἡμῶν, ἔνθεν ἐφαπλώσασα νοερῶς, τὴν φωτοφόρον Σκέπην σου, ἅπαντας ἐσκέπασας τοὺς πιστούς‧ διὸ τὴν τούτου μνείαν, τελοῦντες ἐτησίως, σὲ Θεοτόκε μεγαλύνομεν.
Καὶ νῦν.
Μεγάλυνον ψυχή μου, τῆς παναχράντου Κόρης, τὰ ξένα μεγαλεῖα.
Ὑμνοῦντές σου τῆς Σκέπης τάς πολλαπλάς, δωρεᾶς καὶ τὴν χάριν τὴν ἄφθονον, Μῆτερ Ἁγνή, ὧν κατατρυφῶμεν διηνεκῶς, ἀπὸ ψυχῆς βοῶμεν σοι‧ Ὥσπερ πάλαι ἔσκεπες σὸν λαόν, οὕτω καὶ νῦν χειρί σου, σκέπε ἡμᾶς καὶ σῷζε, ἄχρι τερμάτων βίου Ἄχραντε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ