ΟΙ ΤΟΝ ΔΡΟΜΟΝ ΤΕΛΕΣΑΝΤΕΣ...ΜΑΡΚΙΑΝΟΣ ΚΑΙ ΜΑΡΤΥΡΙΟΣ....

Οἱ τὸν δρόμον τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, μαρτυρίου στέφανον ἀνεδήσαντο, Μαρκιανὸς καὶ Μαρτύριος, οἱ πύργοι οἱ ἄσειστοι, Ἐκκλησίας οἱ μαζοί, οἱ τὸ γάλα τὸ ἄδολον, ἀναβλύζοντες, οἱ φαιδροὶ μαργαρῖται, οἱ φωστῆρες, οἱ τὴν κτίσιν ταὶς ἀκτῖσι, τῆς εὐσεβείας πυρσεύοντες.

Μίαν γνώμην προφέρουσα, καὶ τὸ ἓν συμφρονήσασα, ἡ δυὰς ἡ ἔνθεος, τὴν διαίρεσιν, τὴν τοῦ Ἀρείου διέλυσε, διδάσκουσα σέβεσθαι, συναΐδιον Πατρί, τὸν Υἱὸν καὶ συνάναρχον, καὶ τῷ Πνεύματι, ἐν μονάδι Τριάδα, καὶ Μονάδα, ἐν Τριάδι μίαν φύσιν, τρισὶ προσώποις ἀμέριστον.

Ὁπαδοὶ καὶ ὁμότροποι, μιμηταί, καὶ ὁμόζηλοι, τοῦ Ἱεροκήρυκος Παύλου ὤφθητε, καὶ τῇ ἐκχύσει τοῦ αἵματος, ἐχθροὺς ἐβυθίσατε· καὶ αἱρέσεων δεινῶν, ἐξηράνατε χείμαρρον, καὶ ἐδείχθητε, ποταμὸς εὐσεβείας καταρδεύων, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, Μαρκιανὲ καὶ Μαρτύριε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ