ΑΓΙΟΥ ΔΗΜΟΣΘΕΝΟΥΣ


Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων.

· Ὡς προσφοραί σοι Σῶτερ ἐξωπτημέναι,
· Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.
· Ἀνέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἀπὸ τῆς Συγκλήτου, ἔξω τῆς πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων.

Ὁ Ἅγιος Ἴνδης, ἐν τῇ θαλάσση βληθείς, τελειοῦται.

· Ἴνδην ἀκούω τοῦ βίου λαβεῖν πέρας,
· Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.

Οἱ ἅγιοι Γοργόνιος καὶ Πέτρος ἐν τῇ θαλάσσῃ τελειοῦνται.

· Πόντος καλύπτει Γοργόνιον καὶ Πέτρον,
· Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.

Ὁ Ἅγιος Μάρτυς Ζήνων ξίφει τελειοῦται.

· Ζήνων κεφαλὴν τέμνεται διὰ ξίφους,
· Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων.

Ὁ Ἅγιος Μάρτυς Μαρδόνιος πυρὶ τελειοῦται.

· Καὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα,
· Στέργοντα Χριστόν, καὶ στέργοντα πῦρ φλέγον.

Ὁ Ἅγιος Δωρόθεος, ὁ Πρεπόσιτος, ξίφει τελειοῦται.

· ὁ Δωρόθεος, τὴν κεφαλήν μου, λέγει,
· Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.

Ὁ ἅγιος Θεόφιλος ὁ Διάκονος λιθοβοληθεὶς τελειοῦται.

· Ἀπόγραφε βληθέντα συχνοῖς τοῖς λίθοις,
· Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.

Ὁ Ἅγιος Μυγδόνιος βόθρῳ ἐγχωσθείς, τελειοῦται.

· Κἂν χωννύηται Μυγδόνιος ἐν βόθρῳ
· Ἐγνωσμένος τοῖς πᾶσι Μάρτυς τυγχάνει.

Ὁ Ἅγιος Γλυκέριος, ὁ Πρεσβύτερος, πυρὶ τελειοῦται.

· Ὁ Γλυκέριος, εἰς τὸ πῦρ βεβλημένος,
· Ἔφη, Γλυκύς μοι τῆς τελευτῆς ὁ τρόπος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Δόμνα, ξίφει τμηθεῖσα, τῷ πυρὶ τελειοῦται.

· Ἕκτην συνάπτω ταῖς φρονίμοις Παρθένοις,
· Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην.

 Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου μάρτυρος Δημοσθένους
 τοῦ ἀπὸ Συγκλήτου Νικομηδείας.


· Ὦ Δημόσθενες, τὴν κεφαλήν μου, λέγεις
· Δῶρον κομίζω τῷ Χριστῷ τετμημένην.
· Εὐκλεῆ Δημοσθένην κτάνεν τὸ ξίφος ὡς Χριστοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς, ᾽Αμήν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ