Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 28 Δεκεμβρίου 2011

Ω ΤΗΣ ΗΡΩΔΟΥ ΠΟΡΩΣΕΩΣ! ΚΑΤΑ ΘΕΟΥ ΕΜΜΑΝΕΙΣ, ΤΟΥ ΣΑΡΚΙ ΝΗΠΙΑΣΑΝΤΟΣ


Ὢ τῆς Ἡρῴδου πορώσεως! κατὰ Θεοῦ ἐμμανείς, τοῦ σαρκὶ νηπιάσαντος, Βηθλεὲμ τοῖς βρέφεσι, τὸν θυμὸν ἐπαφίησι, καὶ ξίφει πάντα, δημίων δίδωσι, ζωῆς στερῆσαι, τὸν ζωῆς αἴτιον, τούτων οἰόμενος, τῆς σφαγῆς τῷ αἵματι, ὁ λυμεών, τοῦ καρποῦ τῆς φύσεως, ὁ ἀπηνέστατος. (Δίς)

Μάγοι ἐκ Περσίδος φθάσαντες, εἰς τὴν Ἱερουσαλήμ, τὸν Ἡρῴδην ἐτάραξαν, καὶ μανεὶς ὁ δείλαιος, τὰ Νήπια κατέσφαττεν· ὡς βότρυες δέ, Χριστῷ προσήχθησαν, εἰ καὶ μητρῴων μαζῶν ἐσπάσθησαν, οἱ Νεομάρτυρες, τὸν Ἡρῴδην πλήξαντες· διὸ Χριστόν, πίστει ἱκετεύουσιν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Κλαίει ἡ Ῥαχὴλ τὰ Νήπια, ἐν τῇ Ῥαμᾷ δὲ φωνή, νῦν μεγάλη ἀκούεται, ὁ Ἡρῴδης μαίνεται, καὶ ἀθέως φρυάττεται, ὁ Ἰωάννης φεύγει ἐν ὄρεσι, λίθος Μητέρα σὺν τέκνῳ δέχεται, ὁ Ζαχαρίας δέ, ἐν Ναῷ φονεύεται, ὁ δὲ Χριστός, φεύγει ἀφεὶς ἔρημον, Ἑβραίων οἴκημα.

Ἡρῴδης ὁ παράνομος, θεωρῶν τὸν ἀστέρα, ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο, καὶ γαλακτοτροφούμενα Βρέφη, ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπασεν. Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα τὸν Ἰωάννην, πέτραν παρεκάλει. Δέξαι Μητέρα μετὰ τέκνου. Ὄρος ἐδέξατο τὸν Πρόδρομον· φάτνη ἐφύλαττε τὸν θησαυρόν, ὃν ἀστὴρ ἐμήνυσε· Μάγοι προσεκύνουν, Κύριε δόξα σοι.

Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοι.