«Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,
Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως».
Νύμφης πανάγνου τὸν πανόλβιον τόκον
Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,
Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.
Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,
Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.
Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,
Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,
Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ' ἐπ' ἐσχάτων
Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,
Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.