Ἡ ταῖς Ἀγγέλων χορείαις συναφθεῖσα· ὅτε σε ὁ ἔνθεος ἔρως ἀνέφλεξε, καὶ ὑπερίπτασθαι ἔπεισε τῶν ὀρωμένων, δι' ἀπαθείας καὶ καθαρότητος, τότε σου τὸν σύνευνον, λόγοις ἐζώγρησας, θεοπειθέσι τὴν ἄστατον, ἀποβαλέσθαι, τύρβην τοῦ βίου τὴν διαρρέουσαν· ὅθεν σὺν τούτῳ τὴν αἰώνιον, εὗρες ζωὴν καὶ ἀπόλαυσιν, δυσωποῦσα Μελάνη, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἡ τῶν Ἀγγέλων ποθήσασα τὸν βίον, ὅτε τὴν ἐνήδονον τρυφὴν διέπτυσας, τῇ ἐγκρατείᾳ σχολάζουσα, καὶ ἀγρυπνίᾳ, καὶ χαμευνίᾳ, καὶ ταπεινότητι, τότε καθαρώτατον, σκεῦοςγεγένησαι, Πνεύματος θείου χαρίσμασι, περιφανέσι, κεκοσμημένη πρὸ τούτου πάνσοφε· ὅθεν πρὸς ζῆλον, σοῦ τὸν ἔνθεον, ἐφειλκύσω λαοὺς καὶ προσήγαγες, τῷ ΔεσπότῃΜελάνη, καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Ἡ καλλοναῖς ἀρετῶν ὡραϊσμένη, ὅτε τὸν σωτήριον λόγον ἐπλήρωσας, καὶ διανείμασα δέδωκας, τὰς μυριάδας, τοῦ σοῦ χρυσίου πτωχοῖς καὶ πένησι· τότε τὸν οὐράνιον ὄλβονἀπείληφας, δικαιοσύνην πλουτήσασα, καὶ ἀφθαρσίαν, καὶ ἀπολύτρωσιν Πανσεβάσμιε· ὅθεν τιμῶμεν σοῦ τὴν κοίμησιν, καὶ ἐκτενῶς δυσωποῦμέν σε, ἱκετεῦσαι τὸν Κτίστην, τοῦσωθῆναι τὰς ψυχὰς ἡμῶν.