Παρθενίας λαμπρότησι, φαιδρυνθεῖσα Πανεύφημε, Μαρτυρίου ἤστραψας ἀγωνίσμασι· μὴ προσκυνῆσαι ἡλίῳ γάρ, πεισθεῖσα τὴν ἄδικον, καθυπέμεινας σφαγήν, φοινιχθεῖσα τοῖςαἵμασι· καὶ παρέστηκας, τῷ Ἡλίῳ τῆς δόξης στεφηφόρος, ταῖς ἐκεῖθεν λαμπομέναις, αὐγαζομένη φαιδρότησιν.
Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνουσα δάκρυσι, κατανύξει Ἔνδοξε, γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν ἐναπέσμηχες, Χριστοῦ ὑποπόδιον, ἐννοοῦσα καὶ αὐτόν, ὡς παρόντα προβλέπουσα, ὃν ἐπόθησας, καὶ ἰχνῶν ἁπτομένη διανοίᾳ, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν κατελάμπρυνας.
Καὶ τὸν πλοῦτον σκορπίσασα, καὶ πτωχοῖς ἐπαρκέσασα, ἐνυμφεύθης ἄφθορος τῷ Ποιήσαντι, καὶ ὥσπερ προῖκα προσήγαγες, αὐτῷ παναοίδιμε, τῶν αἱμάτων τοὺς κρουνούς, καὶ τοῦ πάθους τὴν μίμησιν, οὗ ὑπέμεινεν, Ἀνυσία ὁ μόνος εἰς νυμφῶνα, κατοικίσας σε τὸν θεῖον, ὡς Ἀθληφόρον καὶ Μάρτυρα.