ΟΛΟΝ ΣΑΥΤΟΝ, ΠΑΤΕΡ ΘΕΩ ΚΑΘΙΕΡΩΣΑΣ
Ὅλον σαυτόν, Πάτερ Θεῷ καθιέρωσας, ἀθανάτου, δόξης ἐφιέμενος, καὶ πρὸς αὐτόν, ἕδραμες θερμῶς, διὰ πολιτείας, ἀμέμπτου καὶ δι᾿ ἀσκήσεως, καὶ βίου λαμπροτάτου, ἀνενδότως κραυγάζων· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Σὺ τὴν πηγήν, Ὅσιε τῆς ἀγαθότητος, ἀγαπήσας, ὅλης ἐκ δυνάμεως, τοῖς Ἀσκηταῖς, γέγονας πηγή, θείων χαρισμάτων, διψῶντας, τούτους ἰώμενος· πηγὰς γὰρ ὥσπερ πάλαι, Μωϋσῆς ἐν ἐρήμῳ, παραδόξως Παμμάκαρ ἀνέβλυσας.
Ἐπιφανείς, ἐκ τῶν ἀδύτων τοῦ Πνεύματος, τῆς παιδίσκης, γόνους ἠλευθέρωσας, υἱοὺς Θεοῦ ἀξιοπρεπῶς, τούτους ἀναπλάσας, υἱοθεσίας Βαπτίσματι· τοῦ θείου γάρ Προδρόμου, μιμησάμενος βίον, Βαπτιστὴς ἀνεδείχθης Εὐθύμιε.
Ὑπὸ Θεοῦ, τοῖς ἀγνοοῦσιν Εὐθύμιε, ἐπεγνώσθης, χάριτι λαμπόμενος· οὐ γὰρ τὴν σήν, ἔδει ἀρετήν, ὄντως ἐν ἐρήμῳ, λαθεῖν καὶ κατακαλύπτεσθαι· διὸ σε φωτοφόρον, ὡς φωστῆρα τοῖς πᾶσιν, ὁ Δεσπότης τῶν ὅλων ἀνέδειξε.