ΑΣΚΗΤΙΚΟΝ ΓΥΜΝΑΣΙΟΝ, ΣΥΓΚΡΟΤΗΣΑΣ ΕΠΙ ΓΗΣ, ΟΣΙΕ ΑΝΤΩΝΙΕ
Ἀσκητικὸν γυμνάσιον, συγκροτήσας ἐπὶ γῆς, Ὅσιε Ἀντώνιε, τὰς τῶν παθῶν προσβολὰς ἐν τῇ ῥοῇ τῶν δακρύων σου, πάσας ἀπήμβλυνας, καὶ κλῖμαξ θεία καὶ σεπτή, εἰς οὐρανοὺς ἀνάγουσα, τοῖς πᾶσιν ἐγνωρίσθη, ὁ θεόληπτος βίος σου· εὐσεβείας γὰρ καρπούς, ἐν αὐτῷ ἐνδειξάμενος, ἰατρεύεις δι᾿ αὐτῶν, τὰς ἀσθενείας τῶν παθῶν, τῶν πιστῶς ἐκβοώντων σοι· Χαίροις τῆς Ἑῴας ἀστὴρ χρυσαυγέστατε, καὶ τῶν Μοναζόντων λαμπαδοῦχε καὶ ποιμήν. Χαίροις ἀοίδιμε, τὸ τῆς ἐρήμου κάλλιστον θρέμμα, καὶ τῆς Ἐκκλησίας ἀκράδαντον ἔρεισμα. Χαίροις τῶν πλανωμένων, ὁ μέγας ὁδηγός· Χαίροις τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης φαιδρὸν ἀγαλλίαμα.