ΧΑΙΡΟΙΣ ΤΩΝ ΑΣΚΗΤΩΝ ΑΡΧΗΓΟΣ, ΓΕΓΕΝΗΜΕΝΟΣ ΚΑΙ ΑΗΤΤΗΤΟΣ

Χαίροις τῶν ἀσκητῶν ἀρχηγός, γεγενημένος καὶ ἀήττητος πρόμαχος· παθῶν γὰρ ἐκτέμνων ῥίζας, καὶ τῶν δαιμόνων ὁρμάς, ὑποστὰς ἀνδρείως ἐθριάμβευσας, αὐτῶν τήν ἀσθένειαν, καὶ ψυχόλεθρον πλάνησιν, τὴν τοῦ Σταυροῦ δέ, τοῦ Σωτῆρος ἐνέργειαν, καὶ ἀνίκητον, ἐφανέρωσας δύναμιν· ἣν καὶ περιζωσάμενος, ἐνίκησας ἅπαντας, τοὺς ἀθετοῦντας τὴν θείαν, διὰ σαρκὸς ἐπιφάνειαν, Χριστοῦ· ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στῦλος φωτοειδὴς ἀρεταῖς, ἐστηριγμένος, καὶ νεφέλη σκιάζουσα, ἐγένου τοῖς ἐν ἐρήμῳ, πρὸς οὐρανὸν ἀπὸ γῆς, τὸν Θεὸν ὁρώντων προηγούμενος· Σταυροῦ βακτηρία, τὴν τῶν παθῶν ῥήξας θάλασσαν· τὸν νοητὸν δέ, Ἀμαλὴκ τροπωσάμενος, ἀνεμπόδιστον, τὴν οὐράνιον ἄνοδον, εὗρες θεομακάριστε, καὶ κλῆρον ἀκήρατον, σὺν Ἀσωμάτοις τῷ θρόνῳ, περιχαρῶς παριστάμενος, Χριστοῦ· ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις ἀγγελικαῖς ὁμιλῶν, χοροστασίαις ἐν ὑψίστοις Ἀντώνιε· τὸν βίον γὰρ τούτων Πάτερ, ἐπὶ τῆς γῆς ἀληθῶς, ἀρετὴν ἀσκήσας πεπολίτευσαι, φανεὶς καθαρώτατον, ἀκηλίδωτον ἔσοπτρον, ἀκτινοβόλους, ἀστραπὰς εἰσδεχόμενον, τὰς τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· ὅθεν καταυγαζόμενος, ἑώρας τὰ μέλλοντα, πάντα προλέγων ἐκ θείας, φωτοφανείας μυούμενος, Χριστοῦ· ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Ἀντώνιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν. Ἀγγέλων συνόμιλε, τοῦ Παύλου συμμέτοχε τοῦ Θηβαίου· μεθ᾿ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ