ΤΟ ΚΑΤ' ΕΙΚΟΝΑ ΤΗΡΗΣΑΣ ΑΛΩΒΗΤΟΝ, ΝΟΥΝ ΗΓΕΜΟΝΑ ΚΑΤΑ ΠΑΘΩΝ ΟΛΕΘΡΙΩΝ
Τὸ κατ᾿ εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενος, εἰς τὸ καθ᾿ ὁμοίωσιν ὡς δυνατὸν ἀνελήλυθας· ἀνδρικῶς γὰρ τήν φύσιν ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον, καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα δουλῶσαι τῷ πνεύματι· ὅθεν μοναζόντων, ἀνεδείχθης ἀκρότης, πολιστὴς τῆς ἐρήμου, εὐδρομούντων ἀλείπτης, κανὼν ἀρετῆς ἀκριβέστατος· καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων Ἀντώνιε, καθαρῶς ἐποπτεύεις τὴν ἁγίαν Τριάδα, ἐντυγχάνων ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.