ΑΝΤΙΘΕΟΝ ΠΡΟΣΤΑΓΜΑ ΠΑΡΑΝΟΜΟΥΝΤΟΣ, ΤΥΡΑΝΝΟΥ ΜΕΤΑΡΣΙΟΝ, ΤΗΝ ΦΛΟΓΑΝ ΑΝΕΡΡΙΠΙΣΕ...
Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Ἰσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, βεβαία ἀντίληψις, καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχουσα Δέσποινα, τοὺς πολεμοῦντάς με δαίμονας πολέμησον ἀεί, ἐπιζητοῦντας τοῦ θανατῶσαί με.
Θεὸν σωματώσασα παρθενικῶν σου, αἱμάτων ἐθέωσας, Παρθένε, τὸ ἀνθρώπινον· διὸ με τοῖς πάθεσι καταρρυπούμενον, καὶ καταφθειρόμενον ἐχθροῦ ταῖς μεθοδείαις, ῥῦσαι πρεσβείαις σου.
Ἡ κάμινος γέννησιν προδιετύπου, τὴν σὴν Παναμώμητε· τοὺς Παῖδας γὰρ οὐκ ἔφλεξεν, ὡς οὐδέ τὴν μήτραν σου τὸ πῦρ τὸ ἄστεκτον· ὅθεν ἱκετεύω σε, πυρὸς τοῦ αἰωνίου ῥῦσαι τὸν δοῦλόν σου.