ΜΕΛΩΝ ΣΤΡΕΒΛΩΣΕΙΣ ΔΕΙΝΩΝ ΕΠΙΤΑΣΙΣ

Μελῶν στρεβλώσεις δεινῶν ἐπίτασις, ξίφος οὐ πῦρ οὐ θάνατος, σαρκὸς ὁ ἐπίκηρος, τοῦ Χριστοῦ τῆς ἀγάπης χωρίσαι ὑμᾶς, ἔνδοξοι ἀθλοφόροι, ὅλως οὐκ ἴσχυσεν· ὅθεν εἰς αἰῶνας, σὺν αὐτῷ ἀεὶ εὐφραίνεσθε.

Στρατὸς ἐχθροῖς πᾶσιν ἀπροσμάχητος, πόλις Θεοῦ, καὶ κατωχυρωμένον βασίλειον, κεκλεισμένος Παράδεισος ἄσυλος, φάλαγξ τροπαιοφόρος, δῆμος θεόλεκτος, στῦλοι Ἐκκλησίας, ἀρραγεῖς μάρτυρες ὤφθητε.

Λαμπὰς θεόφωτος ἄστρα φαίνοντα, λύχνος ἡμῖν τὸ φῶς τῆς εὐσεβείας πυρσεύοντες, τοῦ ἡλίου τῆς δόξης αὐγάσματα, τέκνα τῆς ἀνεσπέρου μακαριότητος, μάρτυρες ἐδείχθητε, Χριστοῦ σεβασμιώτατοι.

Πηγὴ ναμάτων πλήρης τοῦ Πνεύματος, καὶ ποταμὸς ἐνθέων, χαρισμάτων πληρούμενος, καὶ κρατὴρ ἀθλήσεως, προχέων κρουνούς, πέλαγος σωτηρίας, μάρτυρες ὤφθητε, ζάλης πειρασμῶν, παντοδαπῶν ἡμᾶς λυτρούμενοι.

Χοροῖς μαρτύρων Χριστοῦ πανεύφημε, παρεστηκὼς τῷ θρόνῳ, τοῦ τῶν ὅλων δεσπόζοντος, τοὺς τελοῦντας σὴν μνήμην περίσῳζε, πίστει καὶ προθυμίᾳ, πάντων λυτρούμενος, τῶν παρενοχλούντων, πειρασμῶν ταῖς ἱκεσίαις σου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ