ΙΔΟΥ Η ΘΕΙΑ ΚΛΙΝΗ ΤΟΥ ΣΟΛΟΜΩΝ, ΔΥΝΑΤΟΙ ΗΝ ΚΥΚΛΟΥΣΙΝ ΕΞΗΚΟΝΤΑ, ΡΗΣΕΙ

Ἰδοὺ ἡ θεία κλίνη τοῦ Σολομών, δυνατοὶ ἣν κυκλοῦσιν ἑξήκοντα, ῥήσει Γραφῶν, οἷά περ ἐν κλίνῃ βασιλικῇ, σορῷ τιμίᾳ σήμερον, Ζώνην ἀνακλίνει τὴν ἑαυτῆς, ἀνάκλησιν εἰς πάντων, τῶν τεταπεινωμένων, καὶ εὐσεβούντων περιποίησιν.

Ὡς πόλις Βασιλέως τῶν οὐρανῶν, περὶ ἧς ἐλαλήθη παράδοξα, ἔθου τῇ σῇ, πόλει δῶρον τίμιον καὶ σεπτόν, τὴν παναγίαν Ζώνην σου, πάντων εἰς κραταίωμα τῶν πιστῶν, δι' ἧς οἱ στεφηφόροι, τροποῦνται πολεμίους, ὀρθοδοξίᾳ διαλάμποντες.

Σταλάξατε τὰ ὄρη νῦν γλυκασμόν, καὶ βουνοὶ εὐφροσύνην αἰώνιον, Πατριαρχῶν, δῆμοι καὶ μαρτύρων πάντες χοροί, τῶν Προφητῶν ὁ σύλλογος, θείων Ἀποστόλων δῆμος σεπτός, εὐφράνθητε σὺν πᾶσιν, ἡμῖν τῇ καταθέσει, τῆς θείας Ζώνης τῆς Θεόπαιδος.

Ἡγίασας τὰ πάντα διὰ τῆς σῆς, Παναγία Παρθένε κυήσεως, καὶ νῦν ἡμῖν, δέδωκας εἰς πλείονα φωτισμόν, τὴν παναγίαν Ζώνην σου, ἧς τῇ καταθέσει πᾶσα ἡ γῆ, χορεύει καὶ γεραίρει, σὲ τὴν χαρᾶς ἀρρήτου, ἀποπληροῦσαν τὸ ἀνθρώπινον.

Φιλίας με δολίας τῆς τῶν παθῶν, καὶ ἐχθροῦ καθ' ἑκάστην πειράζοντος, ἁμαρτιῶν βάρει ῥαθυμίας τε χαλεπῆς, ἀπαγωγῆς πανάχραντε, καὶ αἰχμαλωσίας καὶ προνομῆς, τῷ σῷ προσπεφευγότα, ἐλέει διὰ τάχους, ὡς συμπαθὴς Ἁγνὴ ἀπάλλαξον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ