ΕΔΥΣ ΜΕΝ ΟΙΑ ΠΕΡ ΑΣΤΗΡ

Ἔδυς μὲν οἷά περ ἀστήρ, ἀπὸ κόσμου πρὸς Χριστὸν δὲ ἀνέτειλας, τὸν νοητὸν ἀληθῶς, δικαιοσύνης παμμάκαρ ἥλιον, καὶ ὡς ἀκτῖνας τοῖς πιστοῖς, τὰς σὰς καταλέλοιπας, φωτοειδεῖς ἀρετάς, ἐλαυνούσας τὴν ψυχῶν ἀμαυρότητα.

Τίμιος ἔναντι Θεοῦ, σοῦ ὁ θάνατος ἀοίδιμε γέγονε· καὶ γὰρ ὁσίως ἐν γῇ, ἐπολιτεύσω τούτου προστάγματα, καὶ δικαίωμα Ποιμήν, τηρήσας ἀλώβητα· ὅθεν ἀνέτειλεν, ὡς δικαίῳ σοι τὸ φῶς τὸ ἀνέσπερον.

Ταῖς θείαις Πάτερ καλλοναῖς, ἐνηδόμενος καὶ θέσει θεούμενος, καὶ τῷ μεγάλῳ φωτί, πεφωτισμένος νῦν παριστάμενος, καὶ ἀκροτάτῳ ἐφετῷ, ἐγγίζων τρανότερον, τῶν σὲ τιμώντων Ποιμήν, καὶ τελούντων σου τὴν μνήμην μνημόνευε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ