ΛΕΛΑΜΠΡΥΣΜΕΝΟΣ ΚΑΛΛΟΝΑΙΣ
Λελαμπρυσμένος καλλοναῖς, τῶν καλλοποιῶν παθημάτων, ἐπὶ Σταυροῦ τῷ δι' ἡμᾶς, ἐνεγκόντι παθήματα ἔνδοξε, γεγηθὼς νῦν παρίστασαι, αὐγαζόμενος ταῖς θείαις φωτοχυσίαις.
Ἀπ' οὐρανοῦ σοι φανερῶς, ὕδωρ ἐκχυθὲν παραδόξως, φωταγωγεῖ καὶ δυναμοῖ, τὴν ψυχήν σου βοᾶν προτρεπόμενον· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Ἵστασο μέσον τῶν ἐχθρῶν, πύργος ἀπερίτρεπτος ὥσπερ, οὐ σαλευόμενος τὸν νοῦν, πολυτρόπων βασάνων ἀοίδιμε, ἀθλητὰ μηχανήμασι, καταράσσων δὲ τὴν πλάνην μεγαλοφρόνως.