ΝΟΜΟΝ ΘΕΙΟΝ ΠΛΗΡΟΥΝΤΕΣ, ΠΑΝΕΥΚΛΕΕΙΣ ΜΑΡΤΥΡΕΣ, ΠΕΝΗΣΙ ΠΛΟΥΣΙΩΣ

Νόμον θεῖον πληροῦντες, πανευκλεεῖς μάρτυρες, πένησι πλουσίως, τὸν ἄρτον ἐχορηγήσατε, καὶ πρὸς εὐσέβειαν, καθωδηγήσατε θείαν, σωτηρίας πρόξενοι, τούτοις γενόμενοι.

Ἡ δυὰς ἡ φωσφόρος, τῶν ἀθλητῶν λάμψασα, ταῖς τῶν θαυμασίων ἀκτῖσι, σκότος ἀπήλασε, πλάνης πολύθεον, καὶ πλανωμένους πρὸς φέγγος, τῆς ἐνθέου πίστεως, πάντας ὡδήγησε.

Νηπιάζοντα δῆμον, πανευσεβῶς μάρτυρες, θείαις ὑποθήκαις, πρὸς τρίβον ἐνθέου γνώσεως, καθωδηγήσατε, καὶ τοὺς βωμοὺς τῶν δαιμόνων, προσευχῇ μακάριοι, κατηδαφίσατε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ