ΟΛΗΝ ΜΟΙ ΤΗΝ ΘΕΟΠΝΟΥΝ, ΕΚ ΤΗΣ ΜΕΛΙΡΡΥΤΟΥ ΚΑΙ ΗΔΕΙΑΣ
Ὅλην μοι τὴν θεόπνουν, ἐκ τῆς μελιρρύτου καὶ ἡδείας σου, ἐναπόσταξον γλώττης, θεῖε Μάξιμε χάριν τοῦ Πνεύματος.
Πῦρ καιόμενον ὤφθης, κατὰ τῶν αἱρέσεων μακάριε· ὡς καλάμην γὰρ ταύτας, κατηνάλωσας ζήλῳ τοῦ Πνεύματος.
Ἄλογον προετέθη, ἐκ δυσσεβεστάτης προαιρέσεως, μονοθέλητον δόγμα, τοῖς δὲ λόγοις σου Πάτερ διήλεγκται.