ΑΔΡΙΑΝΕ ΓΕΝΝΑΙΟΤΑΤΕ,,,
Ἀδριανὲ γενναιότατε, τῆς τοῦ Δεσπότου φωνῆς, πληρωτὴς ἐχρημάτισας, κοσμικὴν τερπνότητα, ἀποθέμενος ἅπασαν, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων ἀράμενος, τῶν παθῶν τούτου κοινωνὸς γέγονας· ἐν ἀμφοτέροις γάρ, ὤφθης ὄντως δόκιμος· ὅθεν πιστοί, σήμερον γεραίρομεν, τὴν θείαν μνήμην σου.
Ἀδριανὲ καρτερώτατε, πελάγει τῶν αἰκισμῶν, συνεχῶς κυματούμενος, πηδαλιουχοῦσάν σε, σοῦ τὴν σύνοικον ἔσχηκας, καὶ πρὸς γαλήνης, ὅρμον ἰθύνουσαν, τῇ ἄνω πόλει προσεμβιβάζουσαν, ἐν ᾗ πανεύφημε, μάρτυς αὐλιζόμενος, ὑπὲρ ἡμῶν, πρέσβευε δεόμεθα, τῶν εὐφημούντων σε.
Μέχρι δεσμῶν καὶ στρεβλώσεων, καὶ τῶν μελῶν ἐκκοπῆς, καρτερῶς ἀνθιστάμενοι, τὰς ψυχὰς τῷ Κτίσαντι, ἀποδόντες εἰλήφατε, τὴν αἰωνίαν ὄντως ἀνάπαυσιν, καὶ τὴν ἀγήρω μακαριότητα. Ὢ ἧς ἐτύχατε, θείας ἀντιδόσεως παρὰ Χριστοῦ, μάρτυρες πανένδοξοι, σεβασμιώτατοι!
Ὁ πάντα προγινώσκων Κύριος, ἀρρήτῳ προμηθείᾳ σε μάρτυς, ὡς εὔκαρπον κλῆμα προσήκατο, ξίφει μαρτυρίου ποικίλως τεμνόμενον, καρτερίας δαψιλοῦς ἐπιφέροντα καρπούς, ἐξ ὧν τρέφονται πιστῶν καρδίαι, τῶν εὐφημούντων σε πόθῳ, Ἀδριανὲ ἔνδοξε.