ΕΠΟΥΡΑΝΙΟΥ ΔΟΞΗΣ ΚΟΙΝΩΝΟΣ ΓΕΓΕΝΗΣΑΙ

Ἐπουρανίου δόξης κοινωνὸς γεγένησαι, πάντα τὰ ἐν γῇ παραδραμών, καὶ ἐκ ψυχῆς τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, ἀγαπήσας ἔνδοξε· ὅθεν τιμῶμεν τὴν σήν, ἁγίαν μνήμην πιστῶς.

Ἰχνηλατῶν τὸ πάθος τοῦ Χριστοῦ, τοῦ βλύσαντος πᾶσι τὴν ἀπάθειαν πιστοῖς, ὑπέμεινας ὀνειδισμοὺς καὶ θλίψεις μάρτυς, καὶ θάνατον ἄδικον, ξίφει τὴν σὴν κεφαλήν, ἀποτμηθεὶς ἐν χαρᾷ.

Νεκροῖς ξοάνοις σέβας οὐδαμῶς, ἀπένειμας σέβων τὸν ἀθάνατον Θεόν, τὸν δι' ἡμᾶς νεκρὸν ὀφθέντα, καὶ τοῦ πλάνου τὴν ἰσχὺν νεκρώσαντα· ὅθεν ζωῆς ἀληθοῦς, ἔτυχες μάρτυς σοφέ.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ