ΠΛΑΚΑΣ ΘΕΙΑΣ ΠΑΛΑΙ ΚΙΒΩΤΟΣ

Πλάκας θείας πάλαι κιβωτός, χειρὶ γραφείσας Θεοῦ, συνέσχε πάναγνε, ἡ σὴ δὲ ἄχραντε Δέσποινα, σεβασμία καὶ τιμία σορός, Ζώνην κατέχει τὴν αὐτόν, τὸν νομοθέτην ἐν σοί, συγκατασχοῦσαν. Φρικτὸν τὸ μυστήριον!

Ἄγγελοι πανάχραντε ἁγνή, νῦν συγχορεύουσιν, ἐν τῷ σεπτῷ σου ναῷ, καὶ περιέπουσι Δέσποινα, τὴν τιμίαν καὶ ἁγίαν σου Ζώνην, ἣν πόθῳ καὶ χαρᾷ, καὶ εὐφροσύνῃ πολλῇ, προσκυνοῦντες, σὲ ἀνυμνοῦμεν, τὴν δόξαν τοῦ γένους ἡμῶν.

Ῥάβδος ἡ τὸ ἄνθος τῆς ζωῆς, ἀναβλαστήσασα, σὺ εἶ ἡ πάντων χαρά, ἡ πολυτίμητος Ἄχραντε, μυροθήκη ἡ τοῦ Πνεύματος, ὁ θησαυρὸς τῶν ἀγαθῶν, τῶν ἀρωμάτων πηγή, ἐξ ἧς μύρον, τῶν ἰαμάτων ἐκβλύζει ἡ θεία σορός.

Ὑμνοῦσι πανάχραντε Ἁγνή, τὰ μεγαλεῖα τὰ σά, αἱ νοεραὶ στρατιαί, ἀνακηρύττουσιν ἅπαντες, Πατριάρχαι καὶ Προφῆται τρανῶς, σὺν Ἀποστόλοις ἱεροῖς, καὶ τῶν μαρτύρων χοροί, μεθ' ὧν πίστει, σὲ προσκυνοῦντες δοξάζομεν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ