ΑΚΑΘΑΙΡΕΤΟΙ ΩΣ ΠΥΡΓΟΙ

Ἀκαθαίρετοι ὡς πύργοι ἀνεδείχθητε, Σιὼν τῆς ἄνω μάρτυρες, ἐδαφίσαντες, ἑλεπόλεις πάσας τοῦ ἐχθροῦ, μοχλῷ τῆς ἀθλήσεως ὑμῶν· διὸ τιμῶμεν εὐσεβῶς ὑμῶν τήν μνήμην ἀεί.

Βοηθός, Ἀδριανῷ ἡ Ναταλία ὡς καὶ σύμψυχος, παρὰ Θεοῦ δεδώρηται, ἀνελκύουσα, ἐμπαρέντα τοῦτον τῷ βυθῷ, τῆς πλάνης καὶ πείθουσα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς πολύτιμον θησαύρισμα τοῦ μάρτυρος, τὴν χεῖρα θησαυρίσασα, οὐ προέδωκας, σωφροσύνης σου τὸν θησαυρόν, συλῆσαι τοῖς σπεύδουσι Σεμνή, κυβερνωμένη τῇ χειρὶ τοῦ τῶν ἁπάντων Θεοῦ.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ