Η ΠΑΝΤΩΝ ΒΑΣΙΛΙΣΣΑ, ΠΡΟΣ ΟΥΡΑΝΙΟΥΣ ΣΚΗΝΑΣ
Ἡ πάντων Βασίλισσα, πρὸς οὐρανίους σκηνὰς ἀπαίρουσα, καταλέλοιπεν ὄλβον, τῇ Βασιλίδι πασῶν τῶν πόλεων, τὴν ταύτης Ζώνην, δι' ἧς περισῴζεται, ἐπιδρομῆς ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν.
Πηγὴ νῦν προσέλθωμεν, ἀποσταζούσῃ χάριν καὶ ἔλεος, τῇ σορῷ τῇ τιμίᾳ, τῇ κατεχούσῃ Ζώνην τὴν πάντιμον, τῆς τιμησάσης ἀνθρώπων τὸ φύραμα, τιμίῳ τόκῳ αὐτῆς, Παρθένου τε καὶ Μητρός.
Αἰνεῖτε τὸ Κύριον, Δυνάμεις πᾶσαι αἱ ἐπουράνιαι, καὶ τὴν τοῦτον τεκοῦσαν, ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάσατε, ὅτι τὴν Ζώνην αὐτῆς ἐδωρήσατο, καταφυγὴν ἀληθῆ, καὶ σωτηρίαν πιστοῖς.
Ῥανάτωσαν ἄνωθεν, δικαιοσύνην νεφέλαι σήμερον, καταθέσει τῆς Ζώνης, τῆς σῆς νεφέλη θεοχαρίτωτε, καὶ μελῳδείτω ψυχὴ πᾶσα χαίρουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.